Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.231 Joseph. AJ 18.236 (English) >>Joseph. AJ 18.240

18.234τῇ δὲ ὑστεραίᾳ λόγος τε πλείων ἦν κατὰ τὴν πόλιν ἰσχυριζόμενος ἐπὶ τῇ τελευτῇ τοῦ Τιβερίου, ἐθάρρουν τε οἱ ἄνθρωποι φανερῶς ἤδη θροεῖν καί τινες καὶ θυσίας ἐπετέλουν, ἐπιστολαί τε ἀφίκοντο παρὰ τοῦ Γαΐου, μὲν πρὸς τὴν σύγκλητον τοῦ Τιβερίου διασαφοῦσα τὴν τελευτὴν καὶ τὴν αὐτοῦ παράληψιν τῆς ἡγεμονίας γενομένην, 18.235 δὲ πρὸς Πείσωνα τὸν φύλακα τῆς πόλεως τοῦτό τε ἀγορεύουσα, καὶ τὸν Ἀγρίππαν ἐκέλευεν ἐκ τοῦ στρατοπέδου μεταστῆσαι εἰς τὴν οἰκίαν, ἐν πρότερον δεθῆναι δίαιταν εἶχεν. τότε ἐν θάρσει λοιπὸν ἦγεν τὰ περὶ αὐτῆς· φυλακὴ μὲν γὰρ καὶ τήρησις ἦν, μετὰ μέντοι ἀνέσεως τῆς εἰς τὴν δίαιταν. 18.236Γάιος δὲ ὡς ἐπὶ Ῥώμης παρῆν ἄγων τοῦ Τιβερίου τὸ σῶμα, ταφάς τε αὐτοῦ ποιεῖται πολυτελεῖς νόμοις τοῖς πατρίοις, Ἀγρίππαν τε αὐθημερὸν λύειν ὄντα πρόθυμον κώλυμα Ἀντωνία ἦν οὔ τι μίσει τῷ πρὸς τὸν δεδεμένον προμηθείᾳ δὲ τοῦ Γαΐου εὐπρεποῦς, μὴ δόξαν ἀπάγοιτο ἡδονῇ δεχομένου τὴν Τιβερίου τελευτὴν ἄνδρα ὑπʼ ἐκείνου δεδεμένον λύων ἐκ τοῦ ὀξέος. 18.237διελθουσῶν μέντοι οὐ πολλῶν ἡμερῶν μεταπεμψάμενος αὐτὸν εἰς τὸν οἶκον ἀποκείρει τε αὐτὸν καὶ μεταμφιέννυσιν, εἶτα δὲ τὸ διάδημα περιτίθησιν τῇ κεφαλῇ καὶ βασιλέα καθίστησιν αὐτὸν τῆς Φιλίππου τετραρχίας δωρησάμενος αὐτῷ καὶ τὴν Λυσανίου τετραρχίαν, ἀλλάττει τε σιδηρᾷ ἁλύσει χρυσῆν ἰσόσταθμον. ἱππάρχην δὲ ἐπὶ τῆς Ἰουδαίας ἐκπέμπει Μάρυλλον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.231 Joseph. AJ 18.236 (English) >>Joseph. AJ 18.240

Powered by PhiloLogic